Κυριακή, 13 Μαρτίου 2011

ΟΡΦΙΚΟΣ ΥΜΝΟΣ ΣΤΗ ΦΥΣΗ

Ὦ φύσι παμμήτειρα θεά, πολυμήχανε μῆτερ, οὐρανίῃ  πρέσβειρα, πολύκτιτε δαῖμον, ἄνασσα· πανδαμάτωρ, ἀδάμαστε, κυβερνήτειρα, παναυγής, παντοκράτειρα, τετιμέν’ ἀεὶ, πανυπέρτατε δαῖμον, ἄφθιτε, πρωτογένεια, παλαίφατε, κυδιάνειρα· ἐννυχίη, πολύπειρε, σελασφόρε, δεινοκάθεκτε, ἄψοφον ἀστραγάλοισι ποδῶν ἴχνος εἰλίσσουσα, ἁγνὴ, κοσμήτειρα θεῶν, ἀτελής τε τελευτή, κοινὴ μὲν πάντεσσιν, ἀκοινώνητε δὲ μούνη· αὐτοπάτωρ, ἀπάτωρ,  ἄρσην, πολύμητι, μεγίστη·  εὐανθὴς, πλοκίη, φιλίη, πολύμικτε, δαῆμον· ἡγεμόνη, κράντειρα, φερέσβιε, πάντροφε κούρη, αὐτάρκεια, Δίκη· Χαρίτων πολυώνυμε πειθὼ· αἰθερίη, χθονίη τε, καὶ εἰναλίη μεδέουσα·  πικρὴ μὲν φαύλοισι, γλυκεῖα δὲ πειθομένοισιν· πάνσοφε, πανδώτειρα, κομίστρια, παμβασίλεια· αὐξιτρόφος, πίειρα, πεπαινομένων τε λύτειρα· πάντων μὲν σὺ πατὴρ, μήτηρ, τροφὸς, ἠδέ τιθηνός·  ὠκυλόχεια, μάκαιρα, πολύσπορος, ὡριάς, ὁρμή παντοτεχνές, πλάστειρα, πολύτικτε, πότνιε δαῖμον, ἀϊδίη, κινησιφόρος, πολύπειρε, περίφρων· ἀενάῳ στροφάλιγγι θοὸν ρύμα δινεύουσα· πάνρυτε, κυκλοτερής, ἀλλοτριομορφοδίαιτε·  εὔθρονε, τιμήεσσα, μόνη τὸ κριθὲν τελέουσα, σκηπτουχοῦσ’ ἐφύπερθε, βαρυβρεμέτειρα, κρατίστη·  ἄτρομε, πανδαμάτειρα, πεπρωμένη αἶσα πυρίπνους· ἀΐδιος ζωή,  ἠδ’ ἀθανάτη τε πρόνοια·  πάντα σύ ἔσσι· τὰ πάντα σύ γάρ μούνη τάδε τεύχεις· ἀλλὰ, θεά λίτομαί σε, σὺν εὐόλβοισιν ἐν ὥραις εἰρήνην, ὑγίειαν ἄγειν, αὔξησιν ἁπάντων.

Α Π Ο Δ Ο Σ Η
  θεά φύση, μητέρα τῶν πάντων, πολυμήχανη μητέρα, ἐπουράνια σεβαστὴ θεά πού κτίζεις τὰ πάντα, βασίλισσα· ἐσὺ δαμάζεις τὰ πάντα, εἶσαι ἀκατανίκητη, ἐσὺ κυβερνᾶς, λάμπεις πολύ, εἶσαι ἡ κυρία τῶν πάντων, πάντοτε τιμημένη, ὁ ὑπεράνω ὅλων θεός· εἶσαι ἀθάνατη, πρωτότοκη, πανάρχαιη, καὶ στούς ἄνδρες παρέχεις δόξα· νυκτερινή, ἔχεις μεγάλη πείρα, φέρνεις τὸ φῶς, δύσκολα καθησυχάζεις, περπατᾶς ἀθόρυβα. Εἶσαι ἁγνή, διατάζεις τοὺς θεούς, εἶσαι τὸ τέλος, γεννήθηκες ἀπὸ μόνη σου, πατέρα δέν ἔχεις, εἶσαι καὶ ἀρσενικὴ καὶ πολυμήχανη καὶ πάρα πολὺ μεγάλη· ἡ ἀνθηρή, περιπλέκεις τὰ πάντα, εἶσαι φίλη, ἀναμειγνύεις τὰ πάντα καὶ εἶσαι ἔμπειρη· εἶσαι ὁδηγός, κυβερνήτης, φέρνεις ζωή, εἶσαι κόρη πού τρέφεις τὰ πάντα, ἡ αὐτάρκεια, ἡ δικαιοσύνη· εἶσαι ἡ πειθὼ τῶν Χαρίτων μὲ πολλὰ ὀνόματα· κυκλοφορεὶς στόν ἀέρα, ἄρχεις σὲ γῆ καὶ θάλασσα· πικρὴ στούς φαύλους, γλυκειά σὲ ἐκείνους πού σὲ πιστεύουν· σοφὴ σὲ ὅλα, δίνεις τὰ πάντα σὲ ἀφθονία καὶ ἀπελευθερώνεις , καταστρέφεις  ὅσα ὑπερωριμάζουν· εἶσαι ὁ πατέρας τῶν πάντων ἀλλὰ καὶ ἡ μητέρα, ἡ τροφὸς καὶ ἡ βυζάστρα· βοηθᾶς νά παραχθοῦν τὰ προϊόντα,  μακάρια, εἶσαι καρποφόρα καὶ δραστηριοποιεῖσαι στήν κατάλληλη ὥρα· δημιουργεῖς , πλάθεις τὰ πάντα, σεβαστὴ θεά αἰώνια, προκαλεῖς τὴν κίνηση, ἔχεις  πολλὴ πείρα, εἶσαι συνετή· κινεῖσαι σὰν γρήγορο ῥεῦμα μὲ ἀδιάκοπο στροβιλισμό· ῥέεις ἀπὸ παντοῦ, κινεῖσαι κυκλικὰ καὶ συνέχεια ἀλλάζεις μορφή· ἔχεις ὡραῖο θρόνο, τιμημένη, μόνη ἐσὺ ἐκτελεῖς τὸ προαποφασισμένο, καὶ κυβερνᾶς ἀπὸ ψηλά, βροντᾶς δυνατά, ἰσχυρότατη· ἀτρόμητη,  δαμάζεις τὰ πάντα, προετοιμασμένη μοῖρα, μὲ φλογερὴ ἐκπνοή, αἰώνια ζωή, ἀθάνατη πρόνοια, ὅλα Ἐσύ,  γιατὶ μόνη σου δημιουργεῖς ὅλα αὐτά. Ἀλλὰ σὲ παρακαλῶ θεά,  νά φέρεις μαζὶ μὲ τις καλὲς ἐποχές, εἰρήνη, ὑγεία καὶ πολλαπλασιασμὸ τῶν πάντων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Παρακαλῶ γράφετε μὲ ἑλληνικοὺς χαρακτῆρες